Προσθήσειν οὖν τ’ ἄλλα δοκῶ μοί, μηδέ γ’ ἀτερπῆ,

μηδ’ ἄγνωστα, λίαν δ’ ἄξια τῆς ἀκοῆς.

Τούς τε γὰρ ἀνθρώποισι νόμους διετάξατο πολλοὺς

πάντα τ’ ἰθύνουσαν πᾶσιν ἔδωκε δίκην,

ἐντεῦθεν πάσης βασιλείας πράγματα ἤνθουν

πολιτευομένων ἦν δ’ ὁμόνοια πολλὴ,

πάντες ὅμως θυμῷ φιλέοντες κηδόμενοί τε

ἦσαν ὑπήκοοι, ὡς ποιμένι αἵγ’ ὀΐες.

Πᾶς δέ τις εἶχε δι’ εὐχῆς ζῆν ἐς ἀεὶ βασιλῆα

οὗ ποτὲ μὴ κρείττων μηδὲ σοφώτερος ἦν.