ἐκπέρσας δὲ πόλιν τά γε σώματα τῶν ῥα πολιτῶν

οὐδὲ μὲν οἰωνοῖς οὐδὲ κύνεσσιν ἔδων.

Μᾶλλον γοῦν ζωγρεῖν βούλετ’ ἑλώρια εἶναι

Ζῆν δ’ ἐφίει πᾶσιν μήδ’ ὀλέκοντο τινές.

Χρήματα δή γ’ (οἶμαί γ’) οὐκ ἤγαγεν ἔνθαδε πολλὰ

μήδ’ ἄφενος, μηδὲ πλοῦτον ἀρ’ εἷλε πολύν,

ταῦτα γὰρ αἰχμηταὶ δάσσαντο μετά σφισιν Ἄγγλοι

ὥστ’ ἄρα πάντα λαβεῖν ἄγλαα δῶρα στρατόν.

Οἶμαι δ’ ἐξ ἀπίης γῆς λαοὺς τηλόθεν ὄντας

ἔργα τὰ ἡμετέρου τοῦ βασιλῆος ἔχειν