πρῆξαι δ’ ἔμπης οὔ τι δύναντο μέν, ἀλλ’ ἀπὸ θυμοῦ

εὐφρονέοντος δὴ μᾶλλον ἄνακτος ἔσαν.

Ὅστις ἆρ’ οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω

ὅππως οἵ γ’ Ἄγγλοι οἱ μαχέοιντο σόοι;

σοφίας μάλα θαυμαστῆς ἐπὶ πράγμασι πᾶσι

ὡς φύσεως βασιλεὺς οὑτοσί γ’ εἶχε καλῶς,

ὃς πολλοὺς ὑπὸ χεῖρας ἄγων μέν, ἀπέκτανε παύρους

σκύλα τινῶν δε λαβὼν ἤθελεν οὐδὲ πλέον.

Βουλονίην γὰρ ἑλὼν ἔριδός ποτ’ ἐπαύσατο πάσης

οὐκ ἔτι τοῖς ἐχθροῖς κήδεα λυγρὰ φέρων,