Φεῦ ἄρ’ ὀδυρμῶν δὴ πολλῶν, ὅτ’ ἀπώλετό γ’ ἤδη

εὐναιομένη Βουλονίη γε πόλις.

Ἀλλ’ οὐκ ἂν ζῶντος πολυφήμου τοῦ μὲν ἄνακτος

τόσσα κακ’ ἂν συνέβη ἀνδράσιν ἡμετέροις,

οὐδὲ πρὸ τοῦ γ’ ἐχθροὶ βουλὴν τετλήκασι θυμῷ

εἰς Ἄγγλους πράττειν ἐκτελέσαι τε κακήν,

πάντας γοῦν τιμὴν νῦν ἀρνυμένους βασιλῆι.

Εὐφημεῖν πολλοῖς ἄξιόν ἐστι λόγοις.

Ἀνέρι τῷ μακρὸν μὲν ἐπὶ χρόνον ὄλβος ὀπηδεῖ

εἵνεκα τῆς πατρίδος τόσσα μογησαμένῳ·