Βουλονίην δ’ ἔδαμνε πόλιν, τὴν δυσπολέμητον,

καὶ πολλῶν ἐχθρῶν τὰς στίχας εἷλε κρατῶν.

Οὐδ’ γε πρὶν πολέμοιο βαρεῖας χεῖρας ἀπεῖχον

πρὶν δή γ’ ἐκπέρθειν τὴν πόλιν εὐμεγεθῆ.

Ἐν πολέμῳ παντὶ δ’ ἐμνήσατο θούριδος ἀλκῆς,

οὐδενὸς ὢν ἥττων, οὐδ’ ἀπολειπόμενος,

ὅς γ’ ἵδρωτ’ ἵδρωσε πολὺν χρόνον, οὕνεκα πάντες

εἰρήνης γε βροτοὶ νῦν μετέχοιεν ἀεί.

Πῶς οὐ χρὴ τιμᾶν τοιοῦτον δὴ βασιλῆα,

εἵνεκα τῶν πάντων ὅς γ’ ἐπονεῖτο πολύ;