τῷ δὲ Θεὸς πολλὴν καὶ ἐνὶ φρεσὶ γνῶσιν ἔθηκεν

ὡς μετὰ τῆς ῥώμης τὴν σοφίαν μὲν ἔχειν.

Ἦν πέρι δὴ ἄλλων βουλὴν πολύμητις Ὀδυσσεύς,

κλειτὸς δ’ Ἑνρῖκος χεῖρ’ ἅμα, τῷ τε νόῳ.

Ἴκελος οὖν ἴσως τούτῳ ποτὲ δῖος Ἀχιλλεύς,

ἀλλ’ οὐ ψυχὴν καί τ’ ἄλλα ὅμοιος ἔην.

Τοῦ γ’ ἐλάφου κραδίην εὐρυκρείων Ἀγαμέμνων

εἶχέ ποτ’, Ἑνρῖκος δ’ εἶχε λέοντος ἀεί,

ὃς νέος ὢν πολλαῖς ἐνὶ ἠριστεύσατο μάχαις

καὶ κρατερὰς Κελτῶν ἶφί γ’ ἔδαμνε πόλεις,