Αὐτὰρ ἐπεὶ πολλοῖς κοσμήμασι σῶμα νόον τε

μὶν καλλωπίσας, δῶρά γ’ ἔδωκε καλά,

εἰπεῖν οὐκ ἂν ἔχοι τις, ὅσης δὴ ἔμμορε τιμῆς

σκηπτοῦχος βασιλεύς, ὅν γ’ ἐφιλεῖτο Θεός·

εἰ γὰρ πανταχόθεν συλλέξας τις καλὰ πάντα

εἰς ἕνα ἐμβάλλῃ, τὸν βασιλῆά γ’ ὁρᾷ.

Σώματος οὗτος γὰρ πρῶτον κοσμήματα πολλὰ

εἶτα δὲ τῆς ψυχῆς, πάνσοφος εἶχεν ἄναξ.

Τὴν ἀλκὴν καὶ ῥώμην ἴκελος Ἕκτορι δίῳ

ὡς ἀπὸ τῶν μελέων σώματος, εἶεν ὁρᾶν,