τιμὴν γὰρ πλείστην αὐτῷ Θεὸς ἠγγυάλιξεν

δῶρά τε πολλά, ἐπεὶ οἱ μάλα φίλος ἔην,

καιρὸς δ’ εὔκαιρος τὰς Μούσας ἐκκαλέσεσθαι,

μοὶ συνεπιλήψειν πράγματος ἔνθα καλοῦ.

Μᾶλλον δὲ Χριστὸν Θεὸν ὕψιστον μὲν ἐσελθεῖν,

εὔχομαι εἰς ψυχὴν καὶ τό γε ἦτορ ἐμόν,

ὃς τούτου πέρι, τὴν σπουδὴν ἐποίησε μεγίστην,

ὡς περὶ τηλυγέτου παιδὸς ἔωθε πατήρ,

πολλάκις ἐκ πολλῶν κινδύνων τόν γε σαώσας

πλησίον ὄντα κακὸν λοιγὸν ἀμυνάμενος.