Ἐγκώμιον τῶν πράξεων καὶ τῶν
στρατηγημάτων τοῦ Ἑνρίκου
Ὀγδόου ἐμφανεστάτου
βασιλέως.
Οὐ κατ’ ἐμὴν τέχνην βασιλῆος ἀρ’ ἄξια γράψειν
ἀλλὰ δ’ ὅμως πεῖραν λήψομαι, ὡς δύναμαι.
Δύσκολον Ἑνρίκου δὲ μάλιστα μὲν ἐστὶν ἄνακτος
ἄξιά γ’ ἐξειπεῖν πῶς κατὰ τόνδε λόγον,
ὅστις (ἐμοίγε δοκεῖ) πολλῶν ἀντάξιος ἄλλων
τῶν γε βασιλήων, καὶ πολὺ φέρτερος ἦν.
Οἶδα σαφῶς τοίνυν, τούτῳ Θεὸς ὅσσα γ’ ἔδωκε
πάντα μὲν ἐκφαίνειν, ὡς ὑπὲρ ἐστὶν ἐμὲ·