Ταῦτα δ’ ὅμως λέξω πᾶσιν φιλοπατρίσιν Ἄγγλοις,
Ὥσπερ ἀφ’ ὑψηλοῦ βήματος ἔνθα βοῶν,
Ὦ κράτερ’ αἰχμηταὶ πάντέςτε δαΐφρονες, ὑμεῖς
Τιμᾶτ’ Ἑνρῖκον τὸν βασιλῆα μέγαν,
Ὦ τῆς παιδείας, κ(αὶ) τῶνγε καλῶν μαλ’ ἐρῶντες
Τιμᾶτ’ ὦ πάντες τὸν βασιλῆα σοφὸν,
Παῖδάτ’ Ἐλίσάβετ τιμᾶτε φιλὴν ποτε πατρὶ
Ἰφθίμου πατρὸς τήνγε θύγατρα καλὴν,
Τῷτε θεῷ εὐχαῖς συνεχῶς εὔχεσθε δ’ ἅπαντες
Ὡς ἀρετὰς αὐτὴ ἐκτελέσειε πατρὸς,