Μάρτυρες οἱ Κανταβρίγιοίτε καὶ Ὀξονιαῖοι
Ὅσσοι ταῖς βίβλοις νοῦν προσέχουσι καλαῖς,
Οὔνεκα δὲ γλώσσας διδασκέμεναίγε μαθητὰς
Τοὺς Ἑρμηνευτὰς πρῶτος ἔδωκεν ἔχειν,
Οἱ νομοδίδακταίγε, θεολόγοι, οἵτε Ιατροὶ
Γλώσσάτε Ἑλλήνων, Ἑβράϊκοίτε λόγοι,
Τὴν εὐεργεσίαν προὐπαρξαμένην βασιλῆος
Δηλώσουσιν ἀεὶγ’ ἀνδράσιν ἐσσομένοις,
Πέντε γὰρ Ἑρμηνευταῖς, τεχνῶν εἰδόσι τούτων,
Μισθὸν, τετράκις μνᾶς ἀρ’ ἔδωκε δέκα,